“Πιστεύω καί Ὁμολογῶ”
Ἄγιος Νερσές ὁ πλήρης χάριτος Θεοῦ (1102-1173)
.
~
α’
Πιστεύω καὶ ὀμολογῶ καὶ προσκυνῶ σοι
Πάτερ, Υἰέ καὶ Θεῖον Πνεῦμα, ἄκτιστος καὶ ἀθάνατος φύσις,
ἠ πλάσασα Ἀγγέλους τε καὶ ἀνθρώπους καὶ ποιήσασα τὰ πάντα.
Ἐλέησον τὰ κτίσματά σου.
~~~~
β’
Πιστεύω καὶ ὁμολογῶ καὶ προσκυνῶ
σοι ἀδιαίρετον φῶς, Ἁγία Τριάς,
εἷς Θεός ὁ ποιήσας τὸ φῶς καὶ διώξας τὸ σκότος,
φώτισον τὴν ταπεινήν μου ψυχήν,
καὶ ἀποσκέδασον τῆς ἀγνοίας τὸ σκότος καὶ τῶν ἁμαρτιῶν,
καὶ νῦν μέ ἐν τῇ ὤρᾳ ταύτῃ τὴν τῆς αὐγῆς σου ἀκτῖνα
τῷ τῆς διανοίας μου γνόφῳ ἐγχέων,
αξίωσον, ἵνα ἀρεστάς σοι εὔξωμαι προσευχάς,
δέξαι οὖν, φιλάνθρωπε, τὰς δεήσες τοῦ δούλου οου.
Καὶ ἐλέησον με τὸν ὑπερβαλλόντως ἡμαρτηκότα σοι.
~~~~
γ’
Ἐπουράνιε Θεέ, Πάτερ παντοκράτωρ,
ό πέμψας τὸν ἀγαπητόν σου Υἱόν,
ἵνα τὸ πλανηθέν πρόβατον ἀναλάβῃ τοῖς ὤμοις εὔρών,
ἥμαρτον εἰς τὸν οὐρανόν καὶ ἐνώπιόν σου, δέξαι με, Πάτερ,
ὡς τὸν ἄσωτον Υἱόν, ἀξίωσον με τῆς πρώτης στολῆς,
ἧς ἐστερήθην διὰ τῆς ἁμαρτίας.
Καὶ ἐλέησον τὰ κτίσματά σου,
καὶ ἐμὲ τὸν ὑπερβαλλόντως ἡμαρτηκότα σοι.
~~~~
δ’
Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ, Θεὸς ἀληθής,
ό ἐκ τῶν Πατρικῶν κόλπων κατελθών διὰ τήν ἡμετέραν σωτηρίαν,
ό σαρκωθείς ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου
καὶ ἐνανθρωπήσας, σταυρωθείς τε καὶ παθών,
ταφεὶς δε καὶ ἀναστάς ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρα,
ἀνελθών τε εἰς τοὺς οὐρανούς,
ἥμαρτον εἰς τὸν οὐρανόν καὶ ἐνώπιον σου,
μνήσθητί μου ὥς τοῦ ληστοῦ, ὅταν ἔλθης ἐν τῇ Βασιλείᾳ σου.
Καὶ ἐλέησον τὰ κτίσματά σου,
καὶ ἐμὲ τὸν ὑπερβαλλόντως ἡμαρτηκότα σοι.
~~~~
ε’
Πνεῦμα Ἄγιον, Θεὸς ἀληθής,
τό καταβάν εἰς τὸν Ιορδάνην καὶ εἰς τὸ Ὑπερῷον,
τό φωτίσαν μέ τῷ λουτρῷ τοῦ Βαπτίσματος,
ἥμαρτον εἰς τὸν οὐρανόν καὶ ἐνώπιον σου,
καθάρισον με πάλιν τῷ πυρί σου τῷ Θείῳ,
ὡς ἐν πύριναις γλώσσαις τοὺς Ἀποστόλους ἐκαθάρισάς ποτε.
Καὶ ἐλέησον τὰ κτίσματά σου,
καὶ ἐμὲ τὸν ὑπερβαλλόντως ἡμαρτηκότα σοι.
~~~~
στ’
Ἥμαρτον ἐνώπιον σου, ἅκτιστέ Φύσις,
λόγῳ, ἔργῳ καὶ διανοίᾳ,
μὴ μνησθῇς Κύριε, διὰ τὸ Ὄνομά σου τὸ Ἅγιον
τῶν προτέρων μου παραπτωμάτων.
Καὶ ἐλέησον τὰ κτίσματά σου,
καὶ ἐμὲ τὸν ὑπερβαλλόντως ἡμαρτηκότα σοι.
~~~~
ζ’
Ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα θεωρῶν, Κύριε,
ἐνώπιόν σου ἥμαρτον λόγῳ, ἔργῳ καὶ διανοίᾳ,
ἐξάλειψον τῶν ἀμαρτιῶν μου τὸ χειρόγραφον,
καὶ γράψον τὸ ὄνομά μου ἐν τῷ βιβλίῳ τής ζωῆς.
Καὶ ἐλέησον τὰ κτίσματά σου,
καὶ ἐμὲ τὸν ὑπερβαλλόντως ἡμαρτηκότα σοι.
~~~~
η’
Ὁ ἐξετάζων καρδίας καὶ νεφρούς, Κύριε,
ἥμαρτον εἰς σὲ ἐκουσίως καὶ ἀκουσίως, εἰδώς τε καὶ μὴ εἰδώς,
δὸς μοι τῷ ἀθλίῳ τῶν ἁμαρτιῶν μου τὴν ἄφεσιν,
καὶ γάρ ἐξ οὗ τοῦ λουτροῦ τὴς παλιγγενεσίας τετύχηκα μέχρι τοῦ νῦν,
πᾶν κακόν ἔπραξα, πᾶσαν ἁμαρτίαν ἐποίησα,
πᾶσάν μου αἴσθησιν καὶ πᾶν μέλος μιάνας.
Καὶ ἐλέησον τὰ κτίσματά σου,
καὶ ἐμὲ τὸν ὑπερβαλλόντως ἡμαρτηκότα σοι.
~~~~
θ’
Ὁ μόνος καθαρός καὶ ἀκήρατος Κύριος,
θοῦ φυλακήν τοῖς ὀφθαλμοῖς μου τὸν φόβον σου τὸν ἅγιον,
εἰς ἀποτροπήν πάσης ἀπρεποῦς θέας
καὶ περιέργου καὶ ἀχαλινώτου ὁράσεως,
τοῖς ὠσί μου, μὴ ἀκούειν λόγου πονηροῦ καὶ ἀκάθαρτου,
τῷ στόματί μου καὶ τῇ γλώττῃ μου, εἰς τὸ μὴ ψεύδεσθαι,
τῇ καρδίᾳ μου, εἰς τὸ μὴ διανοεῖσθαι κακόν,
ταῖς χερσί μου, μὴ ἀδικεῖν ἀδικίαν,
καὶ τοῖς ποσί μου, μὴ ὁδεύειν ὁδόν ἄδικον,
ἀλλ’ εἴθυνον τὰ διαβήματά μου, ἵνα ποιῶ τὰ προστάγματά σου.
Καὶ ἐλέησον τὰ κτίσματά σου,
καὶ ἐμὲ τὸν ὑπερβαλλόντως ἡμαρτηκότα σοι.
~~~~
ι’
Κύριε Ἰησοῦ Χριστέ, ζῶν πῦρ,
ἄναψον κἀμοὶ ἐν τῇ καρδίᾳ μου τὸ πῦρ τῆς Θείας σου ἀγάπης,
ἵνα καθαρίσῃ τήν εῤῤυπωμένην μου ψυχήν,
ἵνα εξαλείψῃ τοῦ σώματος μου τὰ ἁμαρτήματα,
ἵνα ἅψῃ ἐν τῇ καρδίᾳ μου τὸ φῶς τῆς σῆς ἐλλάμψεως.
Καὶ ἐλέησον τὰ κτίσματά σου,
καὶ ἐμὲ τὸν ὑπερβαλλόντως ἡμαρτηκότα σοι.
~~~~
ια’
Κύριε Ἰησοῦ Χριστέ, ἡ Σοφία τοῦ Πατρός,
δὸς μοι τήν σοφίαν τοῦ φρονεῖν λαλεῖν τε
καὶ ποιεῖν πὰ ἀγαθά ἐνῶπιόν σου διὰ παντός,
ῥῦσαί με τῶν παραπτωμάτων, ἔργου, λόγου, ἤ διανοίας.
Καὶ ἐλέησον τὰ κτίσματά σου,
καὶ ἐμὲ τὸν ὑπερβαλλόντως ἡμαρτηκότα σοι.
~~~~
ιβ’
Ἀγαθοδέκτα Κύριε, ὁ τέλειῶν τήν πάντων βουλὴν,
μὴ με παραιτήσῃς βαδίζειν κατ’ ἐμὴν ἐπιθυμίαν,
ἀλλ’ όδήγησον κατὰ τὸ σόν θέλημα τὸ ἅγιον.
Καὶ ἐλέησον τὰ κτίσματά σου,
καὶ ἐμὲ τὸν ὑπερβαλλόντως ἡμαρτηκότα σοι.
~~~~
ιγ’
Ἐπουράνιε Βασιλεῦ, ἀξίωσόν με τῆς σῆς Βασιλείας,
ἥν ὑπέσχου τοῖς ἐκλεκτοῖς, δὸς ἰσχύν τῇ καρδίᾳ μου
διὰ μίσους ἔχειν τὰ ἁμαρτήματα,
καὶ μόνον σέ φιλεῖν, ποιεῖν τε τὸ σὸν θέλημα.
Καὶ ἐλέησον τὰ κτίσματά σου,
καὶ ἐμὲ τὸν ὑπερβαλλόντως ἡμαρτηκότα σοι.
~~~~
ιδ’
Φύλαξόν μου Κύριε τήν ψυχήν καὶ τὸ σῶμα,
τοῦ ζωοποιοῦ σου Σταυροῦ τῷ σημείῳ,
ἐκ τής ἀπάτης τῶν ἁμαρτιῶν, καὶ πονηρῶν πειρασμῶν,
ἐξ ἀνθρώπου ἀδίκου, καὶ παντός κινδύνου ψυχῆς τε καὶ σώματος.
Καὶ ἐλέησον τὰ κτίσματά σου,
καὶ ἐμὲ τὸν ὑπερβαλλόντως ἡμαρτηκότα σοι.
~~~~
ιε’
Ἠ δεξιά σου, Χριστέ, ἐπισκιασάτω μοι ἡμέρας καὶ νυκτός
ἐν τῷ οἰκουρεῖν με, ὁδοιπορεῖν, καθεύδειν, τε,
καὶ ἐν τῷ ἀγρυπνεῖν, ἵνα μὴ κλονηθῶ.
Καὶ ἐλέησον τὰ κτίσματά σου,
καὶ ἐμὲ τὸν ὑπερβαλλόντως ἡμαρτηκότα σοι.
~~~~
ιστ’
Κύριε καὶ Θεέ μου, ὁ ἀνοίγων τήν χεῖρα σου
καὶ ἐμπληρῶν τὰ σύμπαντα χρηστότητος,
εἰς χεῖρας σου παρατίθημι τὴν ψυχήν μου,
Σὺ παρασκεύασον αὐτῇ πᾶν ἀγαθόν
νῦν τε καὶ ἐν τῷ μέλλοντι αἰῶνι.
Καὶ ἐλέησον τὰ κτίσματά σου,
καὶ ἐμὲ τὸν ὑπερβαλλόντως ἡμαρτηκότα σοι.
~~~~
ιζ’
Ὁ τοὺς πεπλανημένους ἀναστρέφων,
Κύριε, ἀνάστρεψον κἀμὲ ἐκ φαύλης εἰς καλὴν συνήθειαν,
καὶ διατύπωσον ἐν τῇ καρδίᾳ μου τὴν φρικτήν ἡμέραν τοῦ θανάτου,
καὶ τὸν φόβον τής γεέννης, καὶ τῆς σῆς Βασιλείας τὸν ἔρωτα,
ἵνα μετανοήσας πράξω τί ἀγαθόν.
Καὶ ἐλέησον τὰ κτίσματά σου,
καὶ ἐμὲ τὸν ὑπερβαλλόντως ἡμαρτηκότα σοι.
~~~~
ιη’
Ὤ πηγή τῆς ἀθανασίας, ἄντλησον ἐκ τὴς καρδίας μου,
ὡς ἐκ τῆς μοιχαλίδος ποτὲ, δάκρυα μετανοίας,
ἵνα λούσω τὰ ἁμαρτήματά μου πρὶν ἄν ἐκ τοῦ κόσμου ἐξέλθω.
Καὶ ἐλέησον τὰ κτίσματά σου,
καὶ ἐμὲ τὸν ὑπερβαλλόντως ἡμαρτηκότα σοι.
~~~~
ιθ’
Οἰκτίρμων καὶ πολυεύσπλαγχνε Κύριε,
ἀξίωσὸν με ἀκατακρίτως σοι προσελθεῖν,
τῇ Μεταλήψει τῶν θείων καὶ ἐνδόξων
καὶ ἀχράντων καὶ ζωοποιῶν σου Μυστηρίων
τοῦ ἁγίου σου σώματος καὶ τοῦ τιμίου σου αἵματος.
Καὶ ἐλέησον τὰ κτίσματά σου,
καὶ ἐμὲ τὸν ὑπερβαλλόντως ἡμαρτηκότα σοι.
~~~~
κ’
Ὁ μόνος ἀγαθός Κύριος, Ἀγγέλου με ἀγαθοῦ ἀξίωσον,
ὅπως τὴν ψυχὴν μου λάβῃ μειδιῶντι προσώπῳ,
ἡνίκα μέλλω ἀπαίρειν τῆς γῆς, καὶ φυγαδεύσῃ προθύμως
τοὺς ζητοῦντας με συλλαβεῖν πικρούς ἐχθρούς.
Καὶ ἐλέησον τὰ κτίσματά σου,
καὶ ἐμὲ τὸν ὑπερβαλλόντως ἡμαρτηκότα σοι.
~~~~
κα’
Χριστέ τὸ φῶς τὸ ἀληθινόν, τὴν ψυχὴν μου ἀξίωσον,
ἵνα ὄψηται ἐν τῇ ἡμέρᾳ τῆς κλήσεως,
τῆς δόξης σου τὸ ἀπρόσιτον φῶς,
καὶ ἀνάπαυσον αὐτὴν ἐν δικαίων σκηναῖς τῇ ἐλπίδι τῶν ἀγαθῶν
μέχρι τῆς φρικτής ἡμέρας τῆς Παρουσίας σου.
Καὶ ἐλέησον τὰ κτίσματά σου,
καὶ ἐμὲ τὸν ὑπερβαλλόντως ἡμαρτηκότα σοι.
~~~~
κβ’
Ω δικαστὰ Χριστὲ, ὅταν ἔλθης μετὰ δόξης τοῦ Πατρὸς
κρῖναι ζώντας καὶ νεκροὺς, μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου,
ἀλλά ῥῦσαι με τοῦ αἰωνίου πυρός, ἀκούσω δέ τὴς πρός τοὺς δικαίους
μακαρίας κλήσεως ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν.
Καὶ ἐλέησον τὰ κτίσματά σου,
καὶ ἐμὲ τὸν ὑπερβαλλόντως ἡμαρτηκότα σοι.
~~~~
κγ’
Φιλάνθρωπε Κύριε, ἐλέησον πάντας τοὺς πιστεύοντάς εἰς σὲ,
τοὺς μισοῦντας καὶ ἀγαπῶντας με, οἰκείους, καὶ ἀλλοτρίους,
ζῶντας καὶ νεκροὺς, χάρισαι τοῖς ἐχθροῖς μου καὶ τοῖς διώκουσι με
ἄφεσιν τῶν ἑαυτῶν ἁμαρτιῶν, καὶ ἐπίστρεψον αὐτούς
ἀπὸ πάντων τῶν κακῶν, ὧν εἰς ἐμὲ ἐβουλεύσαντο,
ἵνα κὰυτοι ἄξιοι γένωνται τοῦ ἐλέους σου.
Καὶ ἐλέησον τὰ κτίσματά σου,
καὶ ἐμὲ τὸν ὑπερβαλλόντως ἡμαρτηκότα σοι.
~~~~
κδ’
Πρόσδεξαι Κύριε, τὰς δεήσεις τοῦ δούλου σου,
καὶ ἐπάκουσον μου τοῦ σοῦ ἱκέτου,
Πρεσβείαις τῆς παναχράντου δεσποίνης ἡμῶν
Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας,
τοῦ τιμίου ἐνδόξου προφήτου προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου,
τοῦ Ἁγίου πρωτομάρτυρος καὶ ἀρχιδιακόνου Στεφάνου,
τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου
Πατριάρχου τής Μεγάλης Ἀρμενίας, τοῦ φωτίσαντος ἡμᾶς,
τῶν Ἁγιων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων,
Προφητών, Διδασκάλων, Μαρτύρων,
Πατριαρχών, Ἀναχωρητών, Παρθένων,
καὶ πάντων τῶν Ἁγίων τῶν ἐν οὐρανῷ καὶ ἐν γῇ.
Σοί γὰρ πρέπει πᾶσα δόξα, τιμὴ, καὶ προσκύνησις
σὺν τῷ ἀνάρχῳ σου Πατρὶ
καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι,
νῦν καὶ ἀεί καὶ εἰς τοὺς αἰῶνας τῶν αἰῶνων. Ἀμήν.